Textsorte
dokumentarisch
Datierung
NaN bis NaN
Herkunft
Panopolis
Trismegistos
HGV-Nr.
DDbDP-Nr.
Sprache/n
Griechisch
Schrift
Griechisch
Schreibrichtung
parallel zu den Fasern
Tinte
Beschreibung der Hand
Gliederungszeichen
Status
publiziert
Publikationsnr.
P. Coll. Youtie 2 71
Illustrationen, Symbole und Zeichnungen
Keine
Bibliographie
-
Sonstiges
-
BL XI 59
-
First of two copies of a contract published under P.Coll.Youtie 71 and 72. Each of the two copies is the work of a different hand, so either one or both are later copies. Of the two papyri, this copy (71) is the more complete, but is badly damaged at the beginning and breaks off in the middle of the subscription.
Urkunde, römisch, Vertrag, Verkauf, Haus, Land
Transkription
Αὐρ[ήλι]ος [Ἱ]έραξ [ὁ] καὶ [Εὐστεφις] βουλευ̣[τὴς τῆς λαμπρο-]
[τάτη]ς πόλεως τῶν Ἀλ[εξανδρέω]ν ̣[- ca.12 -]
̣ ̣ ̣[ ̣]η ̣ ̣ ̣νυπο ̣ ̣ ̣[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]ν̣[- ca.10 - δι]
ἐμοῦ [τοῦ] π̣α̣[τρὸς] αὐτοῦ Α̣[ὐρηλίου Εὐδαίμονος Σερή-]
5νου βουλευτοῦ τῆς αὐτῆ[ς] ἐ̣πι[σ]τα[λέντος Αὐρη-]
λ̣ίᾳ Ἀρτεμιδώρᾳ Βησαρίω[νο]ς μη[τρὸς Εὐδαιμο-]
νίδος καὶ ὡς χρημα[τίζεις] ἀπὸ Π[ανὸς πόλεως χ(αίρειν).]
[ὁ]μολ[ο]γῶ πεπρακέν[αι σοι ἐπὶ το]ῦ̣ β̣ [ἀμφόδου ἐν τῆι]
α̣ὐ̣τ̣ῆ̣ι̣ Πανὸς πόλει τὸ̣ [ὑπάρχον] μ̣οι μ̣[έρος δέκατον]
10[τ]ριακ[οσ]τὸν ἀπὸ οἰκίας κοιν[ῆς σ]ὺν τῶι ἀ̣[ν]ή̣[κοντι χρηστη-]
ρ̣ί̣ω̣ι̣ ̣[ ̣ ̣] ̣ ̣ο ̣[ ̣]ρος κλη̣[ ̣ ̣ ̣ ̣ ̣ ̣] ̣υ[- ca.15 -]
[ ̣ ̣ ̣] ̣σεν Ἁρσ̣ύτωι ιο[- ca.9 -] ̣ ̣α ̣[- ca.10 -] ̣
ματων πρὸς τὸ πέμπτ[ον] ἔτος ῥίσκων πα[ρʼ] Ἁρσύτου,
ἧς αἱ γιτνίαι δηλοῦντ̣αι διὰ τῶν περὶ αὐτῆς ἀσφαλειῶν
15καὶ ὁμοίως ἐν τῆι αὐτῆ[ι] Πανὸς πόλει ἄρουραν μίαν ἐν πε-
δίωι Μαρίωνος ἐκ λιβὸς [θ]υγατρὸς Διοσκόρου Καλυκᾶ ἐω-
νημένην ὑπʼ ἐμοῦ ἐν χ[έρ]σωι καὶ πεφυτευμένην τοῖς
ἐ[μο]ῖς ἐπιδαπανήμασι ἧ[ς] κ̣αὶ ταύτης αἱ γιτνίαι διὰ τῶν
π[ερὶ] αὐτῆς ἀσφαλειῶν δ[ηλο]ῦνται, τὰ δὲ προκείμενα ἔσχον
20π[ρο]ωνητικοῦ δικαίωι τῷ [ε] (ἔτει) Πρόβου Σεβαστοῦ Παχὼν γ
π[αρὰ] Φ̣ιλαπόλλωνος Φιλαπόλλωνος διὰ τοῦ ἐν τῆι λαμπρο-
τά̣τη[ι] Ἀλεξανδρείαι Αὐρηλίου Διδύμου διʼ Αὐρηλίου Ἰ(*)σιδώρου
δημοσίου χρηματι[σ]τοῦ. πέπ[ρα]κά σοι ὠνῇ καὶ πράσει τιμῆς
τῆς [σ]υνπεφωνημένη[ς π]ρὸς σὲ ὑπὲρ ἑκατέρα[ς ἀ]ργυρίου
25Πτολε̣μαι(*)κοῦ παλαιοῦ νομίσματος ταλάντων δύο , ἅπερ ἔσχον
παρὰ σοῦ διʼ ἐμοῦ τοῦ προκειμένου πατρὸς Αὐρηλίου Εὐδαίμονος
πλήρη διὰ χειρός, πρὸς τὸ ἀπὸ τοῦ νῦν σε κυριεύειν τῶν πε-
πραμένων σοι καὶ ἐπικρατεῖν καὶ οἰκονομεῖν ὡς ἐὰν
αἱρῇ συγ’κομιζομένην τοὺς φόρους καὶ τελοῦσαν τὰ δημό-
30σια, καὶ βεβαιώσω σοι περὶ αὐτῶν πάσηι βεβαιώσει παντὶ
καιρῶι ἀπὸ παντὸς τοῦ ἐπελευσομένου. τὸ δὲ γράμμα τοῦτο
τῆς πράσεως δισσὸν γραφὲν ἰδίοις μου γράμμασιν ἐξεδό-
μην σοι καὶ ἔστω κύριον καὶ βέβαιον ὡς ἐν δημοσίωι κα-
τακεχωρισμένον, καὶ ὁπόταν θέλῃς ἀνοίσω σοι κατὰ δημό-
35σιον χρηματισμόν, καὶ ἐπερωτηθεὶς περὶ τοῦ ταῦτα οὕτως
ὀρθῶς καλῶς γεγενῆσθαι ὡμολόγησα.
(ἔτους) ϛ τοῦ κυρίου ἡμῶν Πρόβου Σεβαστοῦ Φαρ̣μ̣ο̣ῦθι.
Α̣ὐ̣ρ̣ή̣λ̣ι̣[ος Ἱέραξ ὁ καὶ] Ε̣ὐ̣σ̣τ̣ε̣φις βουλευ̣τ̣ὴ̣ς̣ τ̣ῆ̣ς̣ λ̣αμπρ̣ο̣τ̣ά̣τ̣ης̣
-- -- -- -- -- -- -- -- -- --