Textsorte
dokumentarisch
Datierung
09.12.348
Herkunft
Alexandria
Trismegistos
HGV-Nr.
DDbDP-Nr.
Sprache/n
Griechisch
Schrift
Griechisch
Schreibrichtung
parallel zu den Fasern
Tinte
schwarz
Beschreibung der Hand
Gliederungszeichen
Bibliographie
-
Edition
-
P. Ammom I 6
-
SB XIV 11929
-
-
Abbildung
-
P. Ammon II B Tafel V und VI
-
Eine von vier Fassungen eines Diasphalismos, den Aurelius Ammon nach seiner Ankunft in Alexandria schrieb.
Dokumentarisches - Rechtsetzung, Rechtspflege, Verwaltung - Allgemeine Verwaltung - Eingabe an Behörden
Transkription
Φλαυίωι Σισι[ννί]ωι vac. ? τῶι διασημοτάτωι καθολικῶι
παρὰ Αὐρηλίο[υ Ἄμμων]ο̣ς̣ Πετεαρβεσχίνι[ο]ς̣ σχολαστικοῦ ἀπὸ Πανὸς πόλεως̣
τῆς Θηβαί(*)δο[ς. ἐ]π̣ειδὴ Εὐγένειος μεμ[ορ]ά̣ρ̣ιος καὶ ἐγ̣ὼ ὁ Ἄμ[μ]ω̣ν̣, φίλων με-
ταξὺ ἡμῶν γ[εν]ομένων ἐπ̣ὶ̣ τῆς Πανοπ[ολ]ι̣τ̣ῶν πόλεως Πα[ν]ί̣σ̣κ[ο]υ ἀπὸ δικαιο̣[δ]ότου
5καὶ Ἀπόλλωνο[ς π]οιητοῦ καὶ ἄλλου Ὡρίωνο[ς], ὁ̣μολογ̣ίαν ἔγγραφον κ̣οινῆι̣ π̣ε̣π̣[οι]ή̣-
μεθα περὶ ἀνδ̣[ρ]απόδων ἐν Ἀλεξανδρείαι̣ νῦν ὄντων [τ]ῆι λαμπρᾶ̣ι ταύτηι πόλει
ὑπὸ Ἁρποκρατίω[ν]ος καταλελ[ε]ι̣μμένων το̣ῦ̣ ἀδελφοῦ το[ῦ ἐ]μοῦ, ἐν δὲ̣ τ̣ῆι ὁμολογ[ί]αι
ταύτηι οὐκ οἶδ’ [ἀν]θ’ ὅτου ὑπήχθην προθεσ[μί]αν ὁρ̣ισθεῖ[σα]ν τοιαύτη[ν] κατ̣α̣δέξασθαι
ὥστε εἴσω ἡμ[ερ]ῶ̣ν εἴκοσι ἀπὸ ἑβδόμης καὶ ε̣[ἰ]κ̣άδος Ἁθὺρ [τοῦ] παρελθό̣ν̣[τ]ος μηνὸ̣ς̣ εἰς̣
10τὴν Ἀλεξάνδρ[ειά]ν μ̣ε παραγε̣νέσθαι, ὅπω[ς] π̣έρας ἐπιτεθ̣ῆι τῶι πρά[γμα]τι, ἐλθ̣ὼ̣ν̣ δ̣ὲ̣
νῦν ἐνταῦθα π̣[ρ]ὸ̣ ἄλλω̣ν δύο ἡμερῶν τῶι̣ π̣ροειρημένωι Εὐγενεί̣ωι οὐ σ̣υνῆ̣λ̣[θ]ον
οὐδὲ εὑρεῖν αὐτ̣[ὸ]ν δεδύνημαι, διὰ τοῦτο σ̣ήμερον δημο̣σίαι μαρτύ̣ρομα̣ι, ἥτ̣ι̣[ς] ἐστὶ
Χοιὰκ τρισκαι[δ]εκάτη, πρὸ ἄ̣λλων ἡμερῶν τεσσάρω\ν/ τῆς π̣ρ̣οθεσμίας, ἀ̣σ̣φ̣α̣λ̣ι̣ζ̣[ό]μ̣ενο[ς]
καὶ ἀξιῶν τοῦτόν μου τὸν δι[α]σφαλισμὸν κατακεῖσθαι ἐν [τ]ῆι τάξει, ἕως ἂν ἐκ̣[εῖ]νος
15[π]αραγένηται πρὸς τὸ μὴ ἐξεῖναι αὐτῶι σκῆψίν τινα προβαλ̣έσθαι, αὐτὰ̣ δὲ τὰ ὑ̣π̣ʼ [ἐμο]ῦ̣
[π]ρ̣οτεθέντα ἀξιῶ ἐπὶ τὸ σὸν με̣γαλεῖον, δέσποτα, ἀνενεχθῆναι διὰ τοῦ τῆς πόλε[ω]ς̣
τ̣α̣βουλαρίου κατὰ τὴν σήμερ̣ον ἡμέραν {κατὰ τὴν σήμε[ρο]ν ἡμέραν}.
ὑπατείας Φλαυίου Φιλίππου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ [ἱ]ε̣ροῦ πραιτωρίου [κ]α̣ὶ
Φλαυίου Σαλιᾶ τοῦ λαμπροτάτου μαγίστρου ἱππέων Χοιὰκ τρισκαιδε[κάτ]η̣ .
20 vac. ? Αὐρήλιος Ἄμμων προὔθηκα ὡς πρόκειται.