Textsorte
dokumentarisch
Datierung
NaN bis NaN v. Chr.
Herkunft
Herakleopolites
Trismegistos
HGV-Nr.
DDbDP-Nr.
Sprache/n
Griechisch
Schrift
Griechisch
Schreibrichtung
parallel zu den Fasern
Tinte
schwarz
Beschreibung der Hand
Gliederungszeichen
Bibliographie
Alexandros und seine Partner wenden sich an den Strategen Polemaios, weil ihnen Straton und Herakleides die vereinbarte Entlohnung für Bewässerungsarbeit nicht bezahlen.
Urkunde, ptolemäisch, Herakleopolites, Eingabe, Bewässerungsarbeit, Hofrangtitel
Transkription
Πολεμαίωι ἰσοτίμωι τοῖς πρώτοις
φ[ί]λ̣οις καὶ στρατηγῶ[ι]
παρʼ Ἀλεξάνδρο̣[υ] καὶ τῶν μετόχων
ἐκ κώμης Θμοιναυσίρεω̣ς. ἀδικού-
5μεθα ὑπὸ Στράτωνος καὶ Ἡρακλείδ̣ο̣υ̣
ἀμφοτέρων Δράκο̣ντος(*) τῶν Διονυσίο̣υ̣
κατοίκων ἱππέων. π[α]ρ̣α̣ληφθέντων
γὰρ ἡμῶν ⟦ ̣ ̣ ̣ ̣δ̣ ̣ ̣ ̣ν̣⟧ ἀντλεῖν ἐν τ̣ῶ̣ι̣
ἑ̣αυτῶν ἀμπελῶνι̣ π̣ερὶ Θμοιναυσῖριν,
10ἐφʼ ὧι χωρὶς τοῦ μετρήματος δώσουσί
τισιν μὲν ἡμῶν οὖσ̣[ι] ε τακτομισ-
θίαν ἑκάστωι ̣ ιε, τοῖς δ̣ʼ ἄ̣λ̣λ̣οις δύσι
ἑκάστωι ιβ τὰς τε̣ σ̣υ̣ν̣αγομένας ̣ϙθ
καὶ μέτρημα μηνῶν β̣ ἀνὰ β με(τρήματα) κη
15καὶ ὀψώνιον μηνῶν γ ἀνὰ (δραχμὰς) τ (δραχμὰς) \ ̣ ̣/ Βω,
15aὀφείλοντες
οὐκ ἀπ̣οδιδόασι πλεο̣ν̣άκι ἀπη<ι>τη{ι}μένοι
16aἡμῶν τὸν ἀντλητὸν ἐκπεπ̣λ̣ηρωκότων̣.
διὸ ἀξιοῦμεν σὲ μετὰ δ̣εήσεως
καὶ αὐτοὶ ὀφείλοντες ἑτέροις μετα-
πεμψάμενον αὐτοὺς ἐπαναγ-
20κάσαι τὰ δίκαια ἡμῖν ποιῆσαι, ἵνα τύχω-
μεν μεγίστης βοηθ̣είας.
——
εὐτύχει.
(hand 2) προσκαλέσασθαι.
(ἔτους) κη Μεσορὴ ιζ.
φ[ί]λ̣οις καὶ στρατηγῶ[ι]
παρʼ Ἀλεξάνδρο̣[υ] καὶ τῶν μετόχων
ἐκ κώμης Θμοιναυσίρεω̣ς. ἀδικού-
5μεθα ὑπὸ Στράτωνος καὶ Ἡρακλείδ̣ο̣υ̣
ἀμφοτέρων Δράκο̣ντος(*) τῶν Διονυσίο̣υ̣
κατοίκων ἱππέων. π[α]ρ̣α̣ληφθέντων
γὰρ ἡμῶν ⟦ ̣ ̣ ̣ ̣δ̣ ̣ ̣ ̣ν̣⟧ ἀντλεῖν ἐν τ̣ῶ̣ι̣
ἑ̣αυτῶν ἀμπελῶνι̣ π̣ερὶ Θμοιναυσῖριν,
10ἐφʼ ὧι χωρὶς τοῦ μετρήματος δώσουσί
τισιν μὲν ἡμῶν οὖσ̣[ι] ε τακτομισ-
θίαν ἑκάστωι ̣ ιε, τοῖς δ̣ʼ ἄ̣λ̣λ̣οις δύσι
ἑκάστωι ιβ τὰς τε̣ σ̣υ̣ν̣αγομένας ̣ϙθ
καὶ μέτρημα μηνῶν β̣ ἀνὰ β με(τρήματα) κη
15καὶ ὀψώνιον μηνῶν γ ἀνὰ (δραχμὰς) τ (δραχμὰς) \ ̣ ̣/ Βω,
15aὀφείλοντες
οὐκ ἀπ̣οδιδόασι πλεο̣ν̣άκι ἀπη<ι>τη{ι}μένοι
16aἡμῶν τὸν ἀντλητὸν ἐκπεπ̣λ̣ηρωκότων̣.
διὸ ἀξιοῦμεν σὲ μετὰ δ̣εήσεως
καὶ αὐτοὶ ὀφείλοντες ἑτέροις μετα-
πεμψάμενον αὐτοὺς ἐπαναγ-
20κάσαι τὰ δίκαια ἡμῖν ποιῆσαι, ἵνα τύχω-
μεν μεγίστης βοηθ̣είας.
——
εὐτύχει.
(hand 2) προσκαλέσασθαι.
(ἔτους) κη Μεσορὴ ιζ.