Textsorte
dokumentarisch
Datierung
20.11.99 v. Chr.
Herkunft
Pathyris
Sprache/n
Griechisch
Schrift
Griechisch
Schreibrichtung
teils parallel, teils quer zu den
Fasern
Tinte
Beschreibung der Hand
Gliederungszeichen
Bibliographie
Aus dem Archiv des Petearsemtheus; Kauf eines Hauses
Urkunde, ptolemäisch, Vertrag, Kauf, Verkauf, Archiv, Haus, agoranomisch
Transkription
r
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φ[ιλομητόρων]
ἔτους ιϛ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Ἁθὺρ ε, ἐν Παθύρει ἐφʼ Ἑρμ[ίου τοῦ παρὰ]
Πανίσκου ἀγορανόμου. ἀπέδοτο Πελαίας Ψενθώτου Πέρσης, τῆς ἐπιγονῆς, ὡς (ἐτῶν) ν, μέσος, μελίχ̣ρ[ως, τετανός],
μακροπρόσω(πος), εὐθύριν, τὴν ὑπάρχουσαν αὐτῷ οἰκίαν ᾠκοδομημένην καὶ ἐστεγασμένην, δίστε[γον καὶ τε-]
5θυρωμένην, καὶ τῆς προσουσης αὐλης καὶ τὴν εἰσοδου καὶ ἐξοδου τῆς οὐσης ἐν τῇ μέσῃ μερίδι Παθύρεω̣[ς],
ἧς γείτονες νότου καὶ ἀπηλιώ(του) οἰκία Ἐριέως τοῦ Πατοῦτος, βορρᾶ οἰκία Ἰμούθου τοῦ ἀδελφοῦ, λιβὸς οἰκία Σιεπμοῦτος
καὶ την εἰσοδον ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πετεαρσεμθεὺς Πανοβχούνιος ὡς (ἐτῶν) λ· προπωλητὴς
καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πελαίας ὁ ἀποδόμενος, ὃν ἐδέξατο Πε[τε]αρσεμθεὺς
ὁ πριάμενος.
10Ἑρμίας ὁ̣ παρ(ὰ) Πανίσκου κεχρη(μάτικα).
vἔτους ιϛ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Ἁθὺρ ε, ἐν Παθύρει ἐφʼ Ἑρμ[ίου τοῦ παρὰ]